6.1.24

Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε

Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. (...)

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.

Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. (...)

Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. (...) ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. (...)

Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε.

Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. 

Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται. 

Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι.

Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι.

Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται. (...)

Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. 

Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. 

Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν.

Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. 

Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις. 

Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. 

Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. 

Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. 

Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. 

Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται. 

(...) Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ᾽ αὐτόν. (...)

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. 

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, (...) φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ (...) Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον.

~~~~

Απόσπασμα από τον όρθρο των Θεοφανείων. Από τα πιο ποιητικά κείμενα που έχουν γραφτεί ποτέ.

Ίθε να "ανανεώσω" το βάπτισμά μου στα αγιασμένα νερά του Ιορδάνη, τιμώντας τους προγόνους μου.

Στη μνήμη του Φάνη που αυτή η μέρα ήταν απόλυτα συνυφασμένη με κείνον. "Μου λείπεις βλαμμένο μου..."